Romans 14

1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2ὃς μὲν πιστεύει φαγεῖν πάντα, δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω,
 ὁ δὲ = WH Treg NA/NIV: || καὶ ὁ = RP
δὲ ⸃ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, θεὸς γὰρ αὐτὸν προσελάβετο.
4σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει· σταθήσεται δέ,
 δυνατεῖ γὰρ = WH Treg NA/NIV: || δυνατὸς γάρ ἐστιν = RP
δυνατεῖ γὰρ ⸃
 κύριος = WH Treg NA/NIV: || θεὸς = RP
κύριος στῆσαι αὐτόν.

5Ὃς
 μὲν = Treg NIV RP: || μὲν γάρ = WH NA
μὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·
6 φρονῶν τὴν ἡμέραν κυρίῳ
 φρονεῖ = WH Treg NA/NIV: || φρονεῖ καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ = RP
φρονεῖ. καὶ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.

7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· 8ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. 9εἰς τοῦτο γὰρ
 Χριστὸς = WH Treg NA/NIV: || Χριστὸς καὶ = RP
Χριστὸς
 ἀπέθανεν = WH Treg NA/NIV: || ἀπέθανεν καὶ ἀνέστη = RP
ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

10Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ
 θεοῦ = WH Treg NA/NIV: || χριστοῦ = RP
θεοῦ,
11γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ
 πᾶσα γλῶσσα ἐξομολογήσεται = WH NA/NIV RP: || ἐξομολογήσεται πᾶσα γλῶσσα = Treg
πᾶσα γλῶσσα ἐξομολογήσεται ⸃ τῷ θεῷ.
12
 ἄρα = Treg: || ἄρα οὖν = WH NA/NIV RP
ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον
 δώσει = Holmes WHmarg: || δώσει τῷ θεῷ = WH NA/NIV RP; || ἀποδώσει τῷ θεῷ = Treg
δώσει.

13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον. 14οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽
 ἑαυτοῦ = WH NA/NIV: || αὐτοῦ = Treg RP
ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
15εἰ
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ διὰ βρῶμα ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
16μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17οὐ γάρ ἐστιν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· 18 γὰρ ἐν
 τούτῳ = WH Treg NA/NIV: || τούτοις = RP
τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
19ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει
 ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ = Treg RP: || [omit] = WH NA/NIV
σκανδαλίζεται ἀσθενεῖ ⸃·
22σὺ πίστιν
 ἣν = WH Treg NA/NIV: || [omit] = RP
ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει·
23 δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία
 ἐστίν = WH Treg NA/NIV: || ἐστίν 24 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. = RP
ἐστίν.



Copyright information for SBLG